40
1 ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ' ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων
2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς
3 ἀπὸ ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ
4 ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις
5 καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ
6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ' ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἀπὸ προσώπου πολέμου
7 ἐν καιρῷ χρείας αὐτοῦ καὶ εἰς οὐδένα φόβον
8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα
9 θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῤομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δι' αὐτοὺς ἐγένετο ὁ κατακλυσμός
11 πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν
12 πᾶν δῶρον καὶ ἀδικία καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται
13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ
14 ἐν τῷ αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ εἰς συντέλειαν
15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῤίζαι ἀκάθαρτοι ἐπ' ἀκροτόμου πέτρας
16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου
17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα
18 ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν
19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται
20 οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας
21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα
22 χάριν καὶ κάλλος ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου
23 φίλος καὶ ἑταῖρος εἰς καιρὸν καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός
24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῤύσεται
25 χρυσίον καὶ ἀργύριον πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται
26 χρήματα καὶ ἰσχὺς καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐν αὐτῷ βοήθειαν
27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν
28 τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἢ
29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται
30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται