6
1 ἀκούσατε οὖν βασιλεῖς καὶ μάθετε δικασταὶ περάτων γῆς
2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς
4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
5 φρικτῶς καὶ ταχέως ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς γίνεται
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται
7 οὐ γὰρ πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε περὶ πάντων
8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἔρευνα
9 πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν
11 οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν
13 φθάνει τοὺς
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ
15 τὸ γὰρ περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται
16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ αὐτοῖς
17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη
18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας
19 ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ
20 ἐπιθυμία ἄρα σοφίας ἐπὶ βασιλείαν
21 εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε
22 τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο καὶ οὐκ ὑμῖν μυστήρια ἀλλὰ ἀπ' ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ τὴν ἀλήθειαν
23 οὔτε μὴν φθόνῳ τετηκότι ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ
24 πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου
25 ὥστε παιδεύεσθε τοῖς ῤήμασίν μου καὶ ὠφεληθήσεσθε