5
τότε στήσεται ἐν παρρησίᾳ πολλῇ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας ἐροῦσιν ἐν ἑαυτοῖς καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον πῶς ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις κλῆρος αὐτοῦ ἐστιν ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἡμῖν καὶ ἥλιος οὐκ ἡμῖν ἀνομίας τρίβοις καὶ ἀπωλείας καὶ ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ τί ὠφέλησεν ἡμᾶς ὑπερηφανία καὶ τί πλοῦτος μετὰ ἀλαζονείας ἡμῖν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία 10 ὡς ναῦς κυμαινόμενον ὕδωρ ἧς οὐκ ἔστιν ἴχνος εὑρεῖν οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν 11  ὡς ὀρνέου ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῤοίζου κινουμένων πτερύγων καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ 12  ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν τμηθεὶς ἀὴρ εὐθέως εἰς ἑαυτὸν ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ 13 οὕτως καὶ ἡμεῖς γεννηθέντες καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι ἐν δὲ τῇ κακίᾳ ἡμῶν 14 ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου καὶ ὡς μνεία καταλύτου μονοημέρου 15 δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν καὶ ἐν κυρίῳ μισθὸς αὐτῶν καὶ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ 16 διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι αὐτῶν 17 λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν 18 θώρακα δικαιοσύνην καὶ κόρυθα κρίσιν ἀνυπόκριτον 19 λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα 20 ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῤομφαίαν δὲ αὐτῷ κόσμος ἐπὶ τοὺς παράφρονας 21 πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται 22 καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῤιφήσονται χάλαζαι ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ ἀποτόμως 23 αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ κακοπραγία θρόνους δυναστῶν