32
αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ ἐν δικαιοσύνῃ θρόνος αὐτοῦ μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν κρεῖσσον γάρ σοι τὸ ῤηθῆναι πρός με ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου εἶδον οἱ ὀφθαλμοί σου λέγε μὴ εἰς μάχην ταχέως ἵνα μὴ ἐπ' ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ σὸς φίλος εἰς τὰ ὀπίσω μὴ 10 μή σε ὀνειδίσῃ μὲν φίλος δὲ μάχη σου καὶ ἔχθρα οὐκ ἀλλ' ἔσται σοι ἴση θανάτῳ 10a χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως 11 μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον 12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς 13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ 14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ 15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ ὀστᾶ 16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς 17 σπάνιον σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε 18 ῤόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ 19 ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ 20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως πάθος ἐν σώματι καρδίαν λυπεῖ 20a ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν 21 ἐὰν πεινᾷ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν 22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ δὲ κύριος σοι ἀγαθά 23 ἄνεμος βορέας νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει 24 κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ 25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν 26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς 27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους 28 ὥσπερ πόλις τὰ τείχη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει