18
1 προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται
2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ
3 ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος
4 ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός ποταμὸς δὲ καὶ πηγὴ ζωῆς
5 θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν οὐδὲ ὅσιον τὸ δίκαιον ἐν κρίσει
6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον
7 στόμα ἄφρονος συντριβὴ αὐτῷ τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ
8 ὀκνηροὺς φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν
9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν
10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτῷ δὲ δίκαιοι ὑψοῦνται
11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτῆς μέγα
12 πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινοῦται
13 ὃς λόγον πρὶν ἀκοῦσαι ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος
14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς
15 καρδία φρονίμου κτᾶται αἴσθησιν ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν
16 δόμα ἀνθρώπου αὐτὸν καὶ παρὰ δυνάσταις αὐτόν
17 δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ ὡς δ' ἂν ὁ ἀντίδικος ἐλέγχεται
18 ἀντιλογίας παύει κλῆρος ἐν δὲ δυνάσταις ὁρίζει
19 ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον
20 ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ
21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς
22 ὃς εὗρεν γυναῖκα ἀγαθήν εὗρεν χάριτας ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα 22a ὃς γυναῖκα ἀγαθήν τὰ ἀγαθά ὁ δὲ μοιχαλίδα ἄφρων καὶ ἀσεβής