5
1 δέ εἴ τίς σοι ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ
2 καὶ γὰρ ἄφρονα ὀργή πεπλανημένον δὲ θανατοῖ ζῆλος
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῤίζαν βάλλοντας ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ
5 ἃ γὰρ ἐκεῖνοι δίκαιοι ἔδονται αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται αὐτῶν ἡ ἰσχύς
6 οὐ γὰρ μὴ ἐκ τῆς γῆς κόπος οὐδὲ ἐξ ὀρέων πόνος
7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου κύριον δὲ τὸν πάντων δεσπότην
9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν
11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ
12 βουλὰς πανούργων καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές
13 ὁ σοφοὺς ἐν τῇ φρονήσει βουλὴν δὲ πολυπλόκων
14 ἡμέρας αὐτοῖς σκότος τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
15 δὲ ἐν πολέμῳ ἀδύνατος δὲ ἐκ χειρὸς δυνάστου
16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς ἀδίκου δὲ στόμα
17 μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος νουθέτημα δὲ παντοκράτορος μὴ
18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἔπαισεν καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο
19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν
20 ἐν λιμῷ ῤύσεταί σε ἐκ θανάτου ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων
22 ἀδίκων καὶ ἀνόμων ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς
23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι
24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ
25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ
26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν
27 ἰδοὺ ταῦτα οὕτως ταῦτά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας