4
1 δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ ἰσχὺν δὲ ῤημάτων σου τίς
3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς
4 ἀσθενοῦντάς τε ῤήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος
5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας
6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου
7 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἢ πότε ἀληθινοὶ ὁλόρριζοι
8 καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς
9 ἀπὸ προστάγματος κυρίου ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ
10 σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη
11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους
12 εἰ δέ τι ῤῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ
13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή φόβος ἐπ' ἀνθρώπους
14 φρίκη δέ μοι καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ
15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἔφριξαν δέ μου τρίχες καὶ σάρκες
16 καὶ οὐκ εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον
17 τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ
18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι
19 τοὺς δὲ οἰκίας πηλίνας ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον
20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι
21 γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν