10
1 κάμνων τῇ ψυχῇ μου στένων ἐπ' αὐτὸν τὰ ῤήματά μου λαλήσω πικρίᾳ ψυχῆς μου
2 καὶ ἐρῶ πρὸς κύριον μή με ἀσεβεῖν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας
3 ἦ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἔργα χειρῶν σου βουλῇ δὲ ἀσεβῶν
4 ἦ ὥσπερ βροτὸς ὁρᾷ ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ
5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός
6 ὅτι τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας
7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου
8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταῦτα με ἔπαισας
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γῆν με πάλιν
10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρῷ
11 δέρμα καὶ κρέας με ὀστέοις δὲ καὶ νεύροις με
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα
13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν
14 ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας
15 ἐάν τε γὰρ ἀσεβὴς ὦ οἴμμοι ἐάν τε ὦ δίκαιος οὐ δύναμαι πλήρης γὰρ ἀτιμίας εἰμί
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ δεινῶς με ὀλέκεις
17 ἐπ' ἐμὲ τὴν ἔτασίν μου ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω δὲ ἐπ' ἐμὲ πειρατήρια
18 ἵνα τί οὖν ἐκ κοιλίας με καὶ οὐκ ὀφθαλμὸς δέ με οὐκ εἶδεν
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ
20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου ἔασόν με μικρὸν
21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν
22 εἰς γῆν σκότους αἰωνίου οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν