15
1 ἐν τῷ θλίβεσθαί με τὸ ὄνομα κυρίου εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ιακωβ καὶ ἐσώθην ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ ὁ θεός
2 τίς γὰρ ἰσχύει ὁ θεός εἰ μὴ σοι ἐν ἀληθείᾳ καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ τῷ ὀνόματί σου
3 ψαλμὸν καινὸν μετὰ ᾠδῆς ἐν εὐφροσύνῃ καρδίας καρπὸν χειλέων ἐν ὀργάνῳ ἡρμοσμένῳ γλώσσης ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας
4 ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ
5 ὅταν ἐπὶ ἁμαρτωλοὺς ἀπὸ προσώπου κυρίου ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν
6 ὅτι τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν
7 λιμὸς καὶ ῤομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων
8 δὲ ἁμαρτωλοὺς καὶ καὶ οὐκ οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου
9 ὡς ὑπὸ πολεμίων ἐμπείρων τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν
10 καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω
11 ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν αἱ γὰρ ἁμαρτίαι οἴκους ἁμαρτωλῶν
12 καὶ ἁμαρτωλοὶ ἐν ἡμέρᾳ κρίσεως κυρίου εἰς τὸν αἰῶνα ὅταν ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτοῦ
13 οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν καὶ ἁμαρτωλοὶ εἰς τὸν αἰῶνα χρόνον ὕμνος τῷ Σαλωμων εἰς ἀντίληψιν ὁσίοις