14
πιστὸς κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ τοῖς παιδείαν αὐτοῦ τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ ἐν νόμῳ ἡμῖν εἰς ζωὴν ἡμῶν ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα παράδεισος τοῦ κυρίου τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα οὐκ πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ ὅτι μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ισραηλ καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν ἐν μικρότητι σαπρίας ἐπιθυμία αὐτῶν καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι διὰ τοῦτο κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων 10 οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ ψαλμὸς τῷ Σαλωμων μετὰ ᾠδῆς