7
ὥσπερ γὰρ ἄριστος κυβερνήτης τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει καὶ ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ ταῖς τῶν βασάνων τρικυμίαις κατ' οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ποτὲ πολιορκουμένη ὡς πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν τῆς εὐσεβείας λογισμόν ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν πατὴρ Ελεαζαρ ἐκτείνας τοὺς τῶν παθῶν κλύδωνας ἄξιε τῆς ἱερωσύνης ἱερεῦ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν σύ πάτερ τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους 10  βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ 11 ὥσπερ γὰρ πατὴρ Ααρων τῷ θυμιατηρίῳ διὰ τοῦ ἐθνοπλήθους τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον 12 οὕτως Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς οὐ τὸν λογισμόν 13 καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων δὲ τῶν σαρκῶν κεκμηκότων δὲ καὶ τῶν νεύρων 14 τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν 15  μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν 16 εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων δι' εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν εὐσεβὴς λογισμός 17 ἴσως δ' ἂν εἴποιέν τινες τῶν παθῶν οὐ πάντες ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν 18 ἀλλ' ὅσοι τῆς εὐσεβείας ἐξ ὅλης καρδίας οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν 19 πιστεύοντες ὅτι θεῷ οὐκ ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζῶσιν τῷ θεῷ 20 οὐδὲν οὖν τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν 21 ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ 22 καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον μακάριόν ἐστιν οὐκ ἂν τῶν παθῶν διὰ τὴν θεοσέβειαν 23 μόνος γὰρ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος