75
εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Ασαφ ᾠδὴ πρὸς τὸν Ἀσσύριον γνωστὸς ἐν τῇ Ιουδαίᾳ θεός ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ καὶ ἐγενήθη ἐν εἰρήνῃ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων ἐκεῖ τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῤομφαίαν καὶ πόλεμον διάψαλμα φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν ἀπὸ ἐπιτιμήσεώς σου θεὸς Ιακωβ ἐνύσταξαν οἱ τοὺς ἵππους σὺ φοβερὸς εἶ καὶ τίς σοι ἀπὸ τότε ὀργή σου ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν 10 ἐν τῷ εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα 11 ὅτι ἐνθύμιον ἀνθρώπου σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι 12 εὔξασθε καὶ κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα 13 τῷ φοβερῷ καὶ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς