60
1 εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυιδ
2 ὁ θεός τῆς δεήσεώς μου τῇ προσευχῇ μου
3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με
4 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ
5 ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα
6 ὅτι σύ ὁ θεός τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
7 ἡμέρας ἐφ' ἡμέρας βασιλέως ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς
8 εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς
9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας