51
1 εἰς τὸ τέλος συνέσεως τῷ Δαυιδ
2 ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ
3 τί ἐν κακίᾳ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν
4 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον
5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα
6 ἠγάπησας πάντα τὰ ῤήματα καταποντισμοῦ γλῶσσαν δολίαν
7 διὰ τοῦτο ὁ θεὸς σε εἰς τέλος σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῤίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα
8 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐροῦσιν
9 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ' ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ
10 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
11 σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου