50
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα πρὸς Βηρσαβεε ἐλέησόν με θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ῤαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι 10 ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα 11 τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί θεός καὶ πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις μου 13 μὴ με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀπ' ἐμοῦ 14 μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με 15 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ 16 ῤῦσαί με ἐξ αἱμάτων θεὸς θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου 17 κύριε τὰ χείλη μου καὶ τὸ στόμα μου τὴν αἴνεσίν σου 18 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις 19 θυσία τῷ θεῷ πνεῦμα καρδίαν καὶ τεταπεινωμένην θεὸς οὐκ 20 ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους