47
ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ εὖ ῤιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ πόλις τοῦ βασιλέως τοῦ μεγάλου θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν αὐτῆς ὅτι ἰδοὺ οἱ βασιλεῖς ἤλθοσαν ἐπὶ τὸ αὐτό αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν τρόμος αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης ἐν πνεύματι βιαίῳ πλοῖα Θαρσις καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα 10  θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου 11 κατὰ τὸ ὄνομά σου θεός οὕτως καὶ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης δεξιά σου 12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε 13 κυκλώσατε Σιων καὶ αὐτήν ἐν τοῖς πύργοις αὐτῆς 14 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ τὰς βάρεις αὐτῆς ὅπως ἂν εἰς γενεὰν ἑτέραν 15 ὅτι οὗτός ἐστιν θεὸς θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας