46
εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός ψάλατε συνετῶς ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη θεὸς ἐπὶ θρόνου ἁγίου αὐτοῦ 10 ἄρχοντες λαῶν μετὰ τοῦ θεοῦ Αβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα