121
ᾠδὴ τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ιερουσαλημ Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό ἐκεῖ γὰρ αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ τῷ ὀνόματι κυρίου ὅτι ἐκεῖ θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον Δαυιδ ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἀγαθά σοι