120
ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει βοήθειά μου βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ φυλάσσων σε ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ισραηλ κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου ἡμέρας ἥλιος οὐ σε οὐδὲ σελήνη τὴν νύκτα κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος