119
ᾠδὴ τῶν ἀναβαθμῶν πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ μου κύριε ῤῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας τί δοθείη σοι καὶ τί σοι πρὸς γλῶσσαν δολίαν τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς οἴμμοι ὅτι παροικία μου ἐμακρύνθη μετὰ τῶν σκηνωμάτων Κηδαρ πολλὰ ψυχή μου μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν