16
διὰ τοῦτο δι' ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν ἀνθ' ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν ἵνα ἐκεῖνοι μὲν τροφὴν διὰ τὴν εἰδέχθειαν τῶν καὶ τὴν ἀναγκαίαν ὄρεξιν αὐτοὶ δὲ ἐπ' ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης γεύσεως ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν τυραννοῦσιν τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς θηρίων θυμὸς δήγμασίν τε σκολιῶν ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ὀργή σου εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου γὰρ οὐ διὰ τὸ θεωρούμενον ἐσῴζετο ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν ὅτι σὺ εἶ ῤυόμενος ἐκ παντὸς κακοῦ οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν δήγματα καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι 10 τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες τὸ ἔλεος γάρ σου καὶ ἰάσατο αὐτούς 11 εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου καὶ ὀξέως ἵνα μὴ εἰς βαθεῖαν λήθην ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας 12 καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς ἀλλὰ σός κύριε λόγος πάντας ἰώμενος 13 σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ εἰς πύλας ᾅδου καὶ 14 ἄνθρωπος δὲ μὲν τῇ κακίᾳ αὐτοῦ δὲ πνεῦμα οὐκ οὐδὲ ψυχὴν 15 τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν 16 ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ 17 τὸ γὰρ παραδοξότατον ἐν τῷ πάντα σβεννύντι ὕδατι πλεῖον τὸ πῦρ ὑπέρμαχος γὰρ κόσμος ἐστὶν δικαίων 18 ποτὲ μὲν γὰρ ἡμεροῦτο φλόξ ἵνα μὴ τὰ ἐπ' ἀσεβεῖς ζῷα ἀλλ' αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται 19 ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει ἵνα ἀδίκου γῆς γενήματα 20 ἀνθ' ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ' οὐρανοῦ αὐτοῖς ἀκοπιάτως πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν 21  μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα γλυκύτητα τῇ δὲ τοῦ ἐπιθυμίᾳ πρὸς τις ἐβούλετο 22 χιὼν δὲ καὶ κρύσταλλος πῦρ καὶ οὐκ ἐτήκετο ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς πῦρ φλεγόμενον ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς 23 τοῦτο πάλιν δ' ἵνα τραφῶσιν δίκαιοι καὶ τῆς ἰδίας δυνάμεως 24  γὰρ κτίσις σοὶ τῷ ποιήσαντι εἰς κόλασιν κατὰ τῶν ἀδίκων καὶ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων 25 διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη τῇ παντοτρόφῳ σου δωρεᾷ πρὸς τὴν τῶν δεομένων θέλησιν 26 ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῤῆμά σου τοὺς σοὶ πιστεύοντας 27 τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο 28 ὅπως γνωστὸν ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς σοι 29 ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῤυήσεται ὡς ὕδωρ ἄχρηστον