5
τότε Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος ἐκέλευσεν ὑπὸ τὴν ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων μὲν τάδε ἐτρέπετο πρὸς τὴν εὐωχίαν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους δὲ ἐλεφαντάρχης τὸ ἀραρότως Ἕρμων οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων δεόμενοι τὴν κατ' αὐτῶν βουλὴν ἀνοσίαν καὶ ῤύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου τούτων μὲν οὖν ἐκτενῶς λιτανεία εἰς τὸν οὐρανόν 10  δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν περὶ τούτων τῷ βασιλεῖ 11 τὸ δὲ ἀπ' αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ ὕπνου μέρος εἰς τὸν βασιλέα 12 καὶ ἡδίστῳ καὶ βαθεῖ τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως 13 οἵ τε Ιουδαῖοι τὴν ὥραν τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις 14 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν τὸν βασιλέα 15 καὶ μόλις τὸν τῆς συμποσίας καιρὸν ἤδη τὸν περὶ τούτων λόγον ποιούμενος 16 ὃν βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς ἐπὶ τὴν συμποσίαν ἄντικρυς αὐτοῦ 17 οὗ καὶ γενομένου εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην μέρος 18 ἐπὶ πλεῖον δὲ τῆς ὁμιλίας τὸν Ἕρμωνα βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν ἡμέραν 19 τοῦ δὲ ἔτι νυκτὸς τὸ ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ 20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν 21 εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ ὁμοῦ εἰς τὸν ἴδιον οἶκον ἕκαστος 22 καὶ οὐχ οὕτως εἰς ὕπνον τὸν χρόνον τῆς νυκτός ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς 23 ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ 24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη πρὸς τὴν οἰκτροτάτην θεωρίαν τὴν πρωίαν μετὰ σπουδῆς 25 οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως 26 οὔπω δὲ ἡλίου βολαὶ καὶ τοῦ βασιλέως τοὺς φίλους Ἕρμων ἐκάλει πρὸς τὴν ἔξοδον τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι 27 τοῦ δὲ καὶ ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρᾶγμα ἐφ' οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται 28 τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν 29  Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλεῦ κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν 30  δὲ ἐπὶ τοῖς ῤηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ πᾶν αὐτοῦ τὸ νόημα μετὰ ἀπειλῆς εἶπεν 31 ὅσοι γονεῖς παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων 32 καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης 33 οὕτως Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ 34  καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν 35 οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες 36 κατὰ δὲ τοὺς αὐτοὺς νόμους βασιλεὺς πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι 37 τὸν δὲ Ἕρμωνα μετὰ ἀπειλῆς εἶπεν ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν ἀθλιώτατε 38 τοὺς ἐλέφαντας ἔτι καὶ νῦν εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν 39 οἱ δὲ συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες τάδε 40 βασιλεῦ μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς ἤδη τρίτον αὐτοὺς καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς τὰ σοὶ δεδογμένα 41 ὧν χάριν πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις 42 ὅθεν κατὰ πάντα Φάλαρις βασιλεὺς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ' οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους 43 δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον 44 τότε οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν 45  δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς 46 περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου εἰς τὴν αὐλὴν ἐπὶ τὸ ὤτρυνε τὸν βασιλέα 47  δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν καταστροφήν 48 ὡς δὲ τῶν ἐλεφάντων περὶ πύλην καὶ τῆς ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι 49 ὑστάτην βίου ῤοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες ἀλλήλους τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους γονεῖς παισὶν καὶ μητέρες νεάνισιν ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα 50 οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ πρηνεῖς ὁμοθυμαδὸν ῤίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν 51 φωνῇ μεγάλῃ σφόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου