3
1 ἃ καὶ ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ὥστε οὐ μόνον τοῖς κατὰ Ἀλεξάνδρειαν ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως καὶ σπεύσαντας πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν
2 τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς κατὰ τοῦ γένους ἀνθρώποις εἰς κακοποίησιν ἀφορμῆς διδομένης εἰς διάθεσιν ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων
3 οἱ δὲ Ιουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες
4 σεβόμενοι δὲ τὸν θεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς δι' ἣν αἰτίαν ἐνίοις ἀπεχθεῖς ἐφαίνοντο
5 τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι
6 τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς
7 τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν καὶ οὐ τῷ τυχόντι ψόγῳ
8 οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον τυραννικὴ γὰρ ἦν ἡ διάθεσις δὲ καὶ δυσφόρως εἶχον καὶ ταῦτα
9 μὴ γὰρ οὕτω τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός
10 ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ μυστικῶς τινας πίστεις ἐδίδουν καὶ πᾶν ἐκτενὲς πρὸς ἀντίλημψιν
11 ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ τὸ τοῦ μεγίστου θεοῦ κράτος δὲ διηνεκῶς ἐν τῇ αὐτῇ βουλῇ ἔγραψεν κατ' αὐτῶν ἐπιστολὴν τήνδε
12 βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ' Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι
13 ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν
14 τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατείας ἧς ἴστε καὶ αὐτοί τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης
15 ἡγησάμεθα μὴ βίᾳ δόρατος ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη εὖ ποιῆσαί τε ἀσμένως
16 καὶ τοῖς κατὰ πόλιν ἱεροῖς προσόδους πλείστας καὶ εἰς τὰ Ιεροσόλυμα τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας
17 οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν παρουσίαν τῷ δὲ πράγματι νόθως ἡμῶν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμῆσαι
18 τύφοις φερόμενοι παλαιοτέροις εἶρξαν ἡμᾶς τῆς εἰσόδου λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν
19 τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔκδηλον ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν
20 ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ καὶ μετὰ νίκης εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως καθὼς ἔπρεπεν ἐποιήσαμεν
21 ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα τολμήσαντες ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς Ἀλεξανδρέων καὶ μετόχους τῶν ἀεὶ ἱερῶν
22 οἱ δὲ τοὐναντίον καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν διηνεκῶς δὲ εἰς τὸ φαῦλον
23 οὐ μόνον τὴν ἀτίμητον πολιτείαν ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως παρ' ἕκαστα μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς τὰ πράγματα
24 διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους
25 ἅμα τῷ τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον
26 τούτων γὰρ ὁμοῦ κολασθέντων εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει
27 ὃς δ' ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων αἰσχίσταις βασάνοις πανοικίᾳ
28 μηνύειν δὲ τὸν βουλόμενον ἐφ' ᾧ τὴν οὐσίαν τοῦ ὑπὸ τὴν εὔθυναν λήμψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ ἐλευθερίᾳ στεφανωθήσεται
29 πᾶς δὲ τόπος οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ιουδαῖος ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάσῃ θνητῇ φύσει καθ' ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον
30 καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο