9
1 ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ στύλους ἑπτά
2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν
3 τοὺς ἑαυτῆς δούλους μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
4 ὅς ἐστιν ἄφρων πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
5 ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν
6 ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν
7 ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν
8 μὴ ἔλεγχε κακούς ἵνα μὴ μισῶσίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε
9 δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ τοῦ δέχεσθαι
10 ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις 10a τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς
11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ σοι ἔτη ζωῆς σου
12 υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς μόνος κακά 12a ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα 12b γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται 12c δὲ δι' ἀνύδρου ἐρήμου καὶ γῆν ἐν διψώδεσιν δὲ χερσὶν ἀκαρπίαν
13 γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται ἣ οὐκ αἰσχύνην
14 ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
15 τοὺς καὶ ἐν ταῖς ὁδοῖς αὐτῶν
16 ὅς ἐστιν ὑμῶν ἀφρονέστατος πρός με ἐνδεέσι δὲ φρονήσεως λέγουσα
17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ
18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου 18a ἀλλὰ μὴ ἐν τῷ τόπῳ μηδὲ τὸ σὸν ὄμμα πρὸς αὐτήν 18b οὕτως γὰρ ὕδωρ ἀλλότριον καὶ ποταμὸν ἀλλότριον 18c ἀπὸ δὲ ὕδατος ἀλλοτρίου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς 18d ἵνα πολὺν ζήσῃς χρόνον δέ σοι ἔτη ζωῆς