41
οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι τίς γάρ ἐστιν ἐμοὶ τίς μοι καὶ εἰ πᾶσα ὑπ' οὐρανὸν ἐμή ἐστιν οὐ σιωπήσομαι δι' αὐτόν καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ τίς πρόσωπον ἐνδύσεως αὐτοῦ εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν πύλας προσώπου αὐτοῦ τίς κύκλῳ ὀδόντων αὐτοῦ φόβος τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος εἷς τοῦ ἑνὸς κολλῶνται πνεῦμα δὲ οὐ μὴ αὐτόν ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ καὶ οὐ μὴ 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου 11 ἐκ στόματος αὐτοῦ λαμπάδες καιόμεναι καὶ ἐσχάραι πυρός 12 ἐκ μυκτήρων αὐτοῦ καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων 13  ψυχὴ αὐτοῦ ἄνθρακες φλὸξ δὲ ἐκ στόματος αὐτοῦ 14 ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται ἐπ' αὐτόν οὐ σαλευθήσεται 16  καρδία αὐτοῦ πέπηγεν ὡς λίθος ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις 18 ἐὰν αὐτῷ λόγχαι οὐδὲν μὴ ποιήσωσιν δόρυ καὶ θώρακα 19 ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν 20 οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον ἥγηται μὲν πετροβόλον χόρτον 21 ὡς καλάμη ἐλογίσθησαν σφῦραι δὲ σεισμοῦ πυρφόρου 22  στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος 23 τὴν ἄβυσσον ὥσπερ χαλκεῖον ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον 24 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον ἐλογίσατο ἄβυσσον εἰς περίπατον 25 οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ὑπὸ τῶν ἀγγέλων μου 26 πᾶν ὑψηλὸν ὁρᾷ αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν