38
μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν τίς οὗτος κρύπτων με βουλήν δὲ ῤήματα ἐν καρδίᾳ ἐμὲ δὲ οἴεται κρύπτειν ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν δέ μοι εἰ ἐπίστῃ σύνεσιν τίς ἔθετο τὰ μέτρα αὐτῆς εἰ οἶδας τίς σπαρτίον ἐπ' αὐτῆς ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς ὅτε ἐγενήθησαν ἄστρα ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα 10 ἐθέμην δὲ αὐτῇ ὅρια κλεῖθρα καὶ πύλας 11 εἶπα δὲ αὐτῇ μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ἀλλ' ἐν σεαυτῇ σου τὰ κύματα 12  ἐπὶ σοῦ φέγγος πρωινόν ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν 13 πτερύγων γῆς ἀσεβεῖς ἐξ αὐτῆς 14  σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς 15 δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων 16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου 17 δέ σοι φόβῳ πύλαι θανάτου πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν 18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν δή μοι πόση τίς ἐστιν 19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς σκότους δὲ ποῖος τόπος 20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν 21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτῶν σου πολύς 22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας 23 δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμου καὶ μάχης 24 πόθεν δὲ πάχνη νότος εἰς τὴν ὑπ' οὐρανόν 25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῤύσιν ὁδὸν δὲ κυδοιμῶν 26 τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ ἔρημον οὗ οὐχ ἄνθρωπος ἐν αὐτῇ 27 τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἔξοδον χλόης 28 τίς ἐστιν ὑετοῦ πατήρ τίς δέ ἐστιν τετοκὼς βώλους δρόσου 29 ἐκ γαστρὸς δὲ τίνος κρύσταλλος πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν 30  ὥσπερ ὕδωρ ῤέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν 31 δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος 32  μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά 33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα 34 καλέσεις δὲ νέφος φωνῇ καὶ τρόμῳ ὕδατος λάβρῳ σου 35 δὲ κεραυνοὺς καὶ πορεύσονται ἐροῦσιν δέ σοι τί ἐστιν 36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ποικιλτικὴν ἐπιστήμην 37 τίς δὲ ἀριθμῶν νέφη σοφίᾳ οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν 38 κέχυται δὲ ὥσπερ γῆ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον 39 θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων 40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν δὲ ἐν ὕλαις ἐνεδρεύοντες 41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες