26
1 δὲ Ιωβ λέγει
2 τίνι ἢ τίνι μέλλεις βοηθεῖν πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν
3 τίνι οὐχ ᾧ πᾶσα σοφία ἢ τίνι οὐχ ᾧ μεγίστη δύναμις
4 τίνι ῤήματα πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐκ σοῦ
5 μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ
6 γυμνὸς ὁ ᾅδης ἐπώπιον αὐτοῦ καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ
7 βορέαν ἐπ' οὐδέν κρεμάζων γῆν ἐπὶ οὐδενός
8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ
9 ὁ κρατῶν πρόσωπον θρόνου ἐπ' αὐτὸν νέφος αὐτοῦ
10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους
11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ
12 ἰσχύι τὴν θάλασσαν ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος
13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην
14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει