17
ὀλέκομαι πνεύματι φερόμενος δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω λίσσομαι κάμνων καὶ τί ποιήσας ἔκλεψαν δέ μου τὰ ἀλλότριοι τίς ἐστιν οὗτος τῇ χειρί μου ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς τῇ μερίδι κακίας ὀφθαλμοὶ δέ μου ἐφ' υἱοῖς ἐτάκησαν ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοῖς πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ δίκαιος δὲ ἐπὶ παρανόμῳ σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν καθαρὸς δὲ χεῖρας θάρσος 10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές 11 αἱ ἡμέραι μου ἐν βρόμῳ ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου 12 νύκτα εἰς ἡμέραν ἔθηκαν φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους 13 ἐὰν γὰρ ᾅδης μου οἶκος ἐν δὲ γνόφῳ ἔστρωταί μου στρωμνή 14 θάνατον πατέρα μου εἶναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν 15 ποῦ οὖν μου ἔτι ἐστὶν ἐλπίς τὰ ἀγαθά μου ὄψομαι 16  μετ' ἐμοῦ εἰς ᾅδην ὁμοθυμαδὸν ἐπὶ χώματος