5
καὶ ἐπροφήτευσεν Αγγαιος προφήτης καὶ Ζαχαριας τοῦ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεοῦ Ισραηλ ἐπ' αὐτούς τότε Ζοροβαβελ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ιερουσαλημ καὶ μετ' αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ' αὐτοὺς Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην τότε ταῦτα εἴποσαν αὐτοῖς τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ αὐτούς ἕως γνώμη τῷ Δαρείῳ καὶ τότε τῷ φορολόγῳ ὑπὲρ τούτου διασάφησις ἐπιστολῆς ἧς Θανθαναι ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ ῤῆσιν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς καὶ ξύλα ἐν τοῖς τοίχοις καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην 10 καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν 11 καὶ τοιοῦτο ῤῆμα ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ αὐτὸν 12 αὐτοῖς ἀφ' ὅτε δὲ οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον καὶ τὸν λαὸν εἰς Βαβυλῶνα 13 ἀλλ' ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆναι 14 καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ Ναβουχοδονοσορ ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ αὐτὰ εἰς ναὸν τοῦ βασιλέως αὐτὰ Κῦρος βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ Σασαβασαρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ 15 καὶ εἶπεν αὐτῷ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον 16 τότε Σασαβασαρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη 17 καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς