4
1 προσευχὴ Αμβακουμ
2 κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην τὰ ἔργα σου καὶ ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐν τῷ τὸν καιρὸν ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ
3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους Φαραν κατασκίου δασέως διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ
4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται κέρατα ἐν χερσὶν αὐτοῦ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ
5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐν πεδίλοις οἱ πόδες αὐτοῦ
6 ἔστη καὶ ἐσαλεύθη ἡ γῆ καὶ ἐτάκη ἔθνη τὰ ὄρη βίᾳ ἐτάκησαν βουνοὶ αἰώνιοι
7 πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ
8 μὴ ἐν ποταμοῖς ὠργίσθης κύριε ἢ ἐν ποταμοῖς ὁ θυμός σου ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου ὅτι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία
9 τὸ τόξον σου ἐπὶ σκῆπτρα λέγει κύριος διάψαλμα ποταμῶν ῤαγήσεται γῆ
10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς ὕψος φαντασίας αὐτῆς
11 ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου
12 ἐν ἀπειλῇ σου ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ ἔθνη
13 εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον δεσμοὺς ἕως τραχήλου διάψαλμα
14 ἐν ἐκστάσει κεφαλὰς δυναστῶν σεισθήσονται ἐν αὐτῇ χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρᾳ
15 καὶ εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά
16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου καὶ τρόμος εἰς τὰ ὀστᾶ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἐν ἡμέρᾳ θλίψεώς μου τοῦ με εἰς λαὸν παροικίας μου
17 διότι συκῆ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ βόες ἐπὶ φάτναις ἐξιλάσεως αὐτῶν
18 ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
19 κύριος ὁ θεός μου δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ προσευχὴ Ησαιου