6
μακάριος ἀνήρ οὗ καρδία αὐτοῦ ἑτοίμη τὸ ὄνομα κυρίου ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα κυρίου σωθήσεται αἱ ὁδοὶ αὐτοῦ ὑπὸ κυρίου καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ κυρίου θεοῦ αὐτοῦ ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται ἐξ ὕπνου αὐτοῦ καὶ ηὐλόγησεν τῷ ὀνόματι κυρίου ἐπ' εὐσταθείᾳ καρδίας αὐτοῦ τῷ ὀνόματι τοῦ θεοῦ αὐτοῦ καὶ ἐδεήθη τοῦ προσώπου κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ καὶ κύριος προσευχὴν παντὸς ἐν φόβῳ θεοῦ καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν κύριος εὐλογητὸς κύριος ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ τῷ Σαλωμων ἐπιστροφῆς