18
κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ οἱ ὀφθαλμοί σου ἐπ' αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν τὰ ὦτά σου εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους καὶ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ παιδεία σου ἐφ' ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ καθαρίσαι θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου ποιήσει γενεᾷ τῇ ἐρχομένῃ ὑπὸ ῤάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ πάντας αὐτοὺς ἐνώπιον κυρίου γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους διάψαλμα 10 μέγας ἡμῶν θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ' ἡμερῶν εἰς ἡμέρας καὶ οὐ ἀπὸ ὁδοῦ ἧς αὐτοῖς 11 ἐν φόβῳ θεοῦ ὁδὸς αὐτῶν καθ' ἑκάστην ἡμέραν ἀφ' ἧς ἡμέρας ἔκτισεν αὐτοὺς θεὸς καὶ ἕως αἰῶνος 12 καὶ οὐκ ἐπλανήθησαν ἀφ' ἧς ἡμέρας ἔκτισεν αὐτούς ἀπὸ γενεῶν ἀρχαίων οὐκ ὁδῶν αὐτῶν εἰ μὴ θεὸς αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ