12
κύριε ῤῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ καλλονὴν αὐτοῦ παροικία αὐτοῦ οἴκους ἐν γλώσσῃ ψευδεῖ δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις μακρύναι θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπὸ ὁσίων φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους καὶ κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ τοῦ κυρίου σωτηρία ἐπὶ Ισραηλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα καὶ οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου τῷ Σαλωμων ψαλμός παράκλησις τῶν δικαίων