10
μακάριος ἀνήρ οὗ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ κύριος τοῖς παιδείαν ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ ἐν παιδείᾳ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ δίκαιος καὶ ὅσιος κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα καὶ Ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ καὶ ὅσιοι ἐν ἐκκλησίᾳ λαοῦ καὶ πτωχοὺς ἐλεήσει θεὸς ἐν εὐφροσύνῃ Ισραηλ ὅτι χρηστὸς καὶ ἐλεήμων θεὸς εἰς τὸν αἰῶνα καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου τοῦ κυρίου σωτηρία ἐπὶ οἶκον Ισραηλ εἰς εὐφροσύνην αἰώνιον τῷ Σαλωμων εἰς προσδοκίαν