10
καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος τρίτος ἤγετο πολλὰ ὑπὸ πολλῶν ὅπως σῴζοιτο δὲ ἔφη ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἔσπειρεν πατήρ καὶ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοῖς αὐτοῖς δόγμασιν οὐκ τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας καὶ ἐξ ἁρμῶν τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἑώρα τὰς ἑαυτοῦ σάρκας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος μέλλων δὲ ἔφη 10 ἡμεῖς μέν μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν 11 σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους 12 καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον λέγοντες 13 μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν 14  δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ' ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι 15 μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα 16 τύραννε βασάνους ἵνα καὶ δι' αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν 17 ταῦτα ἀκούσας αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ 18  δὲ ἔφη κἂν τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει θεός 19 ἰδοὺ γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις 20 ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα 21 σὲ δὲ ταχέως θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν