33
καὶ αὕτη εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ καὶ εἶπεν κύριος ἐκ Σινα ἥκει καὶ ἐκ Σηιρ ἡμῖν καὶ ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον ὃν ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ ζήτω Ρουβην καὶ μὴ καὶ ἔστω πολὺς ἐν ἀριθμῷ καὶ αὕτη Ιουδα κύριε φωνῆς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ αἱ χεῖρες αὐτοῦ αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ καὶ τῷ Λευι εἶπεν δότε Λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ καὶ τοὺς υἱοὺς αὐτοῦ ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου 10 δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου 11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι ὀσφὺν ἐχθρῶν αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ 12 καὶ τῷ Βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου πεποιθώς καὶ θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ 13 καὶ τῷ Ιωσηφ εἶπεν ἀπ' εὐλογίας κυρίου γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν 14 καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν 15 καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων 16 καὶ καθ' ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς 17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου γῆς αὗται μυριάδες Εφραιμ καὶ αὗται χιλιάδες Μανασση 18 καὶ τῷ Ζαβουλων εἶπεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδίᾳ σου καί Ισσαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ 19 ἔθνη καὶ ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον 20 καὶ τῷ Γαδ εἶπεν εὐλογημένος Γαδ ὡς λέων βραχίονα καὶ ἄρχοντα 21 καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ 22 καὶ τῷ Δαν εἶπεν Δαν σκύμνος λέοντος καὶ ἐκ τοῦ Βασαν 23 καὶ τῷ Νεφθαλι εἶπεν Νεφθαλι πλησμονὴ δεκτῶν καὶ εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει 24 καὶ τῷ Ασηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ 25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἰσχύς σου 26 οὐκ ἔστιν ὥσπερ θεὸς τοῦ ἠγαπημένου ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ μεγαλοπρεπὴς τοῦ στερεώματος 27 καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων 28 καὶ Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ 29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου βοηθός σου καὶ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν