99
ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα γῆ δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει γνῶτε ὅτι κύριος αὐτός ἐστιν θεός αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις αὐτῷ αἰνεῖτε τὸ ὄνομα αὐτοῦ ὅτι χρηστὸς κύριος εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἀλήθεια αὐτοῦ