96
1 τῷ Δαυιδ ὅτε ἡ γῆ αὐτοῦ ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νῆσοι πολλαί
2 νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ
3 πῦρ ἐναντίον αὐτοῦ καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ
4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς
6 οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ
7 αἰσχυνθήτωσαν πάντες οἱ τοῖς γλυπτοῖς οἱ ἐν τοῖς εἰδώλοις αὐτῶν αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ
8 ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπὲρ πάντας τοὺς θεούς
10 οἱ ἀγαπῶντες τὸν κύριον μισεῖτε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ ἐκ χειρὸς ἁμαρτωλῶν ῤύσεται αὐτούς
11 φῶς τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη
12 εὐφράνθητε δίκαιοι ἐπὶ τῷ κυρίῳ καὶ τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ