72
ψαλμὸς τῷ Ασαφ ὡς ἀγαθὸς τῷ Ισραηλ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον τὰ διαβήματά μου ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηφανία ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν ὡς ἐκ στέατος ἀδικία αὐτῶν εἰς διάθεσιν καρδίας καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ γλῶσσα αὐτῶν ἐπὶ τῆς γῆς 10 διὰ τοῦτο λαός μου ἐνταῦθα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς 11 καὶ εἶπαν πῶς ἔγνω θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ 12 ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται εἰς τὸν αἰῶνα πλούτου 13 καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου 14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ἔλεγχός μου εἰς τὰς πρωίας 15 εἰ ἔλεγον οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα 16 καὶ τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναντίον μου 17 ἕως εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ εἰς τὰ ἔσχατα αὐτῶν 18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς αὐτοὺς ἐν τῷ 19 πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα διὰ τὴν ἀνομίαν αὐτῶν 20 ὡσεὶ ἐνύπνιον κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν 21 ὅτι καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν 22 καὶ ἐγὼ καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί 23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου 24 ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης με 25 τί γάρ μοι ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς 26  καρδία μου καὶ σάρξ μου θεὸς τῆς καρδίας μου καὶ μερίς μου θεὸς εἰς τὸν αἰῶνα 27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ 28 ἐμοὶ δὲ τὸ τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων