69
1 εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν
2 εἰς τὸ σῶσαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου
3 αἰσχυνθείησαν καὶ οἱ ζητοῦντές μου τὴν ψυχήν εἰς τὰ ὀπίσω καὶ οἱ βουλόμενοί μοι κακά
4 παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε
5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπῶντες τὸ σωτήριόν σου
6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῤύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς