147
1 αλληλουια Αγγαιου καὶ Ζαχαριου Ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου Σιων
2 ὅτι τοὺς μοχλοὺς τῶν πυλῶν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ σε
4 ὁ τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος
6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς
7 τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῤυήσεται ὕδατα
8 τὸν λόγον αὐτοῦ τῷ Ιακωβ δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς