128
1 ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι
3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν
4 κύριος δίκαιος αὐχένας ἁμαρτωλῶν
5 αἰσχυνθήτωσαν καὶ εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐξηράνθη
7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα
8 καὶ οὐκ εἶπαν οἱ εὐλογία κυρίου ἐφ' ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου