111
αλληλουια μακάριος ἀνὴρ φοβούμενος τὸν κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον ἐστήρικται καρδία αὐτοῦ οὐ μὴ φοβηθῇ ἕως οὗ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ 10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν