10
μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται καρδία αὐτοῦ ὑστερήσει καὶ λογιεῖται πάντα ἀφροσύνη ἐστίν ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπὶ σέ τόπον σου μὴ ὅτι ἴαμα ἁμαρτίας μεγάλας ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος ἐδόθη ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινῷ εἶδον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς ὀρύσσων βόθρον ἐν αὐτῷ καὶ φραγμόν δήξεται αὐτὸν ὄφις λίθους ἐν αὐτοῖς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς 10 ἐὰν τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία τοῦ ἀνδρείου σοφία 11 ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ καὶ οὐκ ἔστιν περισσεία τῷ 12 λόγοι στόματος σοφοῦ χάρις καὶ χείλη ἄφρονος αὐτόν 13 ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά 14 καὶ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ τίς αὐτῷ 15 μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν 16 οὐαί σοι πόλις ἧς βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν 17 μακαρία σύ γῆ ἧς βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται 18 ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία 19 εἰς γέλωτα ποιοῦσιν ἄρτον καὶ οἶνος εὐφραίνει ζῶντας καὶ τοῦ ἀργυρίου σὺν τὰ πάντα 20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ πλούσιον ὅτι πετεινὸν τοῦ οὐρανοῦ σὺν τὴν φωνήν καὶ ἔχων τὰς πτέρυγας λόγον